previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔφιππος Ἐφήβοις II 255 K':'
χόνδρος μετὰ ταῦτ᾽ εἰσῆλθε, μύρον Αἰγύπτιον,
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
ἴτρια τραγήμαθ᾽ ἧκε, πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη: πάντα ταῦτ᾽ ἐχναύομεν,
ἐμασώμεθ᾽ οὕτως ἀνδρικῶς ὅσ᾽ εἴχομεν:
καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.
καὶ ἐν Κύδωνι ib. 256':'
καὶ μετὰ δεῖπνον κόκκος ....
ἐρέβινθος ...... κύαμος,
χόνδρος, τυρός, μέλι, σησαμίδες,
βράχος, βρυγμός, μνοῦς, πυραμίδες,
μῆλον, κάρυον, γάλα, κανναβίδες,
κόγχαι, χυλός, Διὸς ἐγκέφαλος.
Ἄλεξις Φιλίσκῳ ibid. 389':'
ἀρτέα
τράπεζ᾽, ἀπονίψασθαι δοτέον, προσοιστέος,
στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς,
τραγήματα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.
ἐπεὶ δὲ καὶ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν fr. 3 B4':'
τὰς δὲ δὴ πρόσθεν μολούσας .... λιπαραυγεῖς
πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας,
τὰς ἐφήμεροι καλέοντι [νῦν] τραπέζας <δευτέρας>,
ἀθάνατοι δέ τ᾽ Ἀμαλθείας κέρας. ταῖσιν δὲ μέσσαις
ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς
γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις
συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις
μηλογενὲς ..... πῶυ λιπόντα .. ἀνάγκαις
ξηρὸν ἐν ξηροῖς Ἀρισταίου μελιρρύτοισι παγαῖς:
τῷ δ᾽ ὄνομ᾽ ἦς ἄμυλος. χερσὶν δ᾽ ἐπέθεντο ....
στόμιον μαλεραῖς
... ταν δεξαμένην τι κα διδῷ τις. Ζανὸς καλέοντι τρώγματ᾽. ἔπειτ᾽ ἐπένειμεν ἐνκατακνακομιγὲς πεφρυγμένον πυρβρομολευκερεβινθοακανθουμικτριτυαδυ βρῶμα τοπανταναμικτον. ἀμπυκικηροιδηστίχας παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς τοξαισελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας: ἅδεα δ᾽ ἐν κύκλῳ ..... τ᾽ ὀπόφωκτ᾽ ἀνάριθμα καὶ μελίπακτα τετυγμέν᾽ ἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς
ἄμυλος πλαθανίτας.
σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτ᾽ ἐρεβινθοκνακοσυμμιγεῖς .... ἁπαλαῖς
θάλλοντες ὥραις,
ᾠά τ᾽ ἀμυγδαλίδες <τε> τᾶν μαλακοφλοίδων ... τετο
τρωκτά τε παισὶν
αδυιδη κάρυ᾽, ἄλλα θ᾽ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον <ἔμεν>: πόσις δ᾽ ἐπεραίνετο κότταβοί
τε λόγοι τ᾽ ἐπὶ κοινᾶς:
ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ᾽ ἐπί τ᾽ ᾔνησαν ...
ταῦτα καὶ Κυθήριος Φιλόξενος: ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι II 102':'
πολύ γ᾽ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος
Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν
ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ.
ἔπειτα <τὰ> μέλη μεταβολαῖς καὶ χρώμασιν
ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν
ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν.
οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ
ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι
ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: