previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος I 50':'
τραπέζαισι δ᾽ ἀμφὶ δεύτερα κρεῶν
σέθεν διεδάσαντο καὶ φάγον.
ἐμοὶ δ᾽ ἄπορα γαστρίμαργον μακάρων τιν᾽ εἰπεῖν.
οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ fr. 17 N':'
θοίνῃ σε πρῶτον τέρψομεν: πάρεστι δέ.
Β. τὸ δεύτερον <δὲ> τῷ με κηλήσεις τρόπῳ;
Α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
Β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως;
Α. ἡνίκα τράπεζά γ᾽ ἐκποδὼν ἀπαίρεται.
Ἀριστοφάνης Σφηξίν 1216':'
ὕδωρ κατὰ χειρός, τὰς τραπέζας εἰσφέρειν.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων fr. 91 R':' ‘τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι [τὰ βρώματα] παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν: ὄντως γὰρ ἐπιδορπισμός τις τραγηματισμός ἐστιν, καὶ δεῖπνον ἕτερον παρατίθεται <τὰ> τραγήματα.' Δικαίαρχος δ᾽ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως FHG II 266':' ‘ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: