previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος fr. 6' 'εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δ᾽ ἐν γ# Ἀτθίδος FHG I 395' '‘Λύσανδρος, φησίν, Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν, πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν, καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος fr. 7'.' Τιμόμαχος δ᾽ ἐν τοῖς Κυπριακοῖς FHG IV 521' 'Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τὴν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς καθ᾽ Ὅμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. ἄλλοι δὲ πρῶτόν φασιν παρ᾽ Ἐλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους Ἀμητορίδας καλεῖσθαι. Ἀριστόξενος δέ φησιν ib. II 285':' ‘ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὗρον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώπας: ὃν ἐζήλωσαν Πολύευκτός τε Ἀχαιὸς καὶ Διοκλῆς Κυναιθεύς.' καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς FHG II 299' 'γράφων οὕτως: ‘Τελένικος Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι.' τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως II 304 K':'
Χορόνικος <> ποιητὴς ὁδί.
Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ.
Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ
κρείττων.
καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ ibid. 141':'
μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται:
ὡς δ᾽ εὐρύθμως λαβὼν τὸ μελετητήριον
εἶτ᾽ ἐσχεδίασε δριμέως ενπαπαι,
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
κωδωνίσας πέμψαι σ᾽ ἀγωνιούμενον,
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, φίλε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: