previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρτέμων δ᾽ ἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος FHG IV 342' 'Τιμόθεόν φησι τὸν Μιλήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι: διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ᾽ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. Δοῦρις δ᾽ ἐν τῷ περὶ Τραγῳδίας FHG II 486' 'ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος. Ἀπολλόδωρος δ᾽ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ᾽ εἶναι μάγαδιν, δὲ κλεψίαμβος κληθείς, ἔτι δ᾽ τρίγωνος καὶ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. καὶ Ἀλκμὰν δέ fr. 91 B4' ' φησιν: ‘μάγαδιν δ᾽ ἀποθέσθαι.' Σοφοκλῆς δὲ ἐν Θαμύρᾳ fr. 217 N':'
πηκταὶ δὲ λύραι καὶ μαγάδιδες
τά τ᾽ ἐν Ἕλλησι ξόαν᾽ ἡδυμελῆ.
Τελέστης δ᾽ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων fr. 4 B':'
ἄλλος δ᾽ ἄλλαν κλαγγὰν ἱεὶς
κερατόφωνον ἐρέθιζε μάγαδιν,
[ἐν] πενταρράβδῳ χορδᾶν ἀρθμῷ
χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος ...
οἶδα δὲ καὶ ἄλλο ὄργανον τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως FHG IV 465'.' φοίνικα δὲ τὸ ὄργανον Ἔφορος ibid. I 276' 'καὶ Σκάμων ibid. IV 490' 'ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης τυχεῖν τῆς προσηγορίας: Σῆμος δὲ Δήλιος ἐν πρώτῳ Δηλιάδος ibid. 492' 'διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς Σκάμων προειρημένος l. s':' ὀνομασθῆναι δ᾽ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: