previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διαποροῦσι δ᾽ ἔνιοι ὅπως τῆς μαγάδιδος οὔσης κατὰ Ἀνακρέοντα ῾ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναἰ μνημονεύων αὐτῆς Ἀνακρέων λέγει fr. 18':'
ψάλλω δ᾽ εἴκοσι ....
χορδαῖσι μάγαδιν ἔχων, Λεύκασπι.
καὶ μὲν Ποσειδώνιός φησιν FHG III 277' 'τριῶν μελῳδιῶν αὐτὸν μνημονεύειν, Φρυγίου τε <καὶ Δωρίου> καὶ Λυδίου: ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι: ὧν ζ# χορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κ# χορδαῖς, τῷ ἀρτίῳ χρησάμενον ἀριθμῷ τὴν μίαν ἀφελόντα. ἀγνοεῖ δ᾽ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον μάγαδις, σαφῶς Πινδάρου λέγοντος τὸν Τέρπανδρον ἀντίφθογγον εὑρεῖν τῇ παρὰ Λυδοῖς πηκτίδι τὸν βάρβιτον fr. 125 B4':'
τόν ῥα Τέρπανδρός ποθ᾽ Λέσβιος εὗρε
πρῶτος ἐν δείπνοισι Λυδῶν
ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πηκτίδος.
πηκτὶς δὲ καὶ μάγαδις ταὐτόν, καθά φησιν Ἀριστόξενος καὶ Μέναιχμος Σικυώνιος ἐν τοῖς περὶ Τεχνιτῶν cf. Litt. b'.' καὶ τὴν Σαπφὼ δέ φησιν οὗτος, ἥτις ἐστὶν Ἀνακρέοντος πρεσβυτέρα, πρώτην χρήσασθαι τῇ πηκτίδι. ὅτι δὲ καὶ Τέρπανδρος ἀρχαιότερος Ἀνακρέοντος δῆλον ἐκ τούτων: τὰ Κάρνεια πρῶτος πάντων Τέρπανδρος νικᾷ, ὡς Ἑλλάνικος ἱστορεῖ ἔν τε τοῖς ἐμμέτροις Καρνεονίκαις κἀν τοῖς καταλογάδην FHG I 61'.' ἐγένετο δὲ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ περὶ Χρόνων ib. II 625'.' Ἱερώνυμος δ᾽ ἐν τῷ περὶ Κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον περὶ Ποιητῶν fr. 5 Hi',' κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι. Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων fr. 32 M' 'τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ᾽ αὐτῶν εἶναι τὴν χρῆσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: