previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κἀμοὶ δὲ διὰ τοῦτο φαίνεται φιλοσοφητέον εἶναι περὶ μουσικῆς. καὶ γὰρ Πυθαγόρας Σάμιος τηλικαύτην δόξαν ἔχων ἐπὶ φιλοσοφίᾳ καταφανής ἐστιν ἐκ πολλῶν οὐ παρέργως ἁψάμενος μουσικῆς: ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δ᾽ ὅλον ἔοικεν παλαιὰ τῶν Ἑλλήνων σοφία τῇ μουσικῇ μάλιστ᾽ εἶναι δεδομένη. καὶ διὰ τοῦτο τῶν μὲν θεῶν Ἀπόλλωνα, τῶν δὲ ἡμιθέων Ὀρφέα μουσικώτατον καὶ σοφώτατον ἔκρινον: καὶ πάντας τοὺς χρωμένους τῇ τέχνῃ ταύτῃ σοφιστὰς ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν fr. 314 N':'
εἴτ᾽ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν.
ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου: ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ [τοὺς] πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων ... καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς <μήτε> ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἀκέφαλοι δέ εἰσιν οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες:
ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο Il. 21.2'.'
ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο Od. 12.423. Il. 3.375'.'
λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον:
αἶψα δ᾽ ἄρ᾽ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο.
τῶν αὖθ᾽ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε Il. 2.731'.'
μείουροι δ᾽ εἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον:
Τρῶες δ᾽ ἐρρίγησαν, ὅπως ἴδον αἴολον ὄφιν Il. 12.208'.'
καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα Il. 8.305?'.'
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια Od. 9.212'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: