previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ δὲ στασιμώτερα καὶ πυκνότερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσικὴ ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιβατισμός, Θρᾴκιος κολαβρισμός, τελεσιάς: Μακεδονικὴ δ᾽ ἐστὶν αὕτη ὄρχησις, χρησάμενοι οἱ περὶ Πτολεμαῖον Ἀλέξανδρον τὸν Φιλίππου ἀδελφὸν ἀνεῖλον, ὡς ἱστορεῖ Μαρσύας ἐν τρίτῳ Μακεδονικῶν scr. hist. Al. M. p. 44'.' μανιώδεις δ᾽ εἰσὶν ὀρχήσεις κερνοφόρος καὶ μογγὰς καὶ θερμαυστρίς. ἦν δὲ καὶ παρὰ τοῖς ἰδιώταις καλουμένη ἄνθεμα. ταύτην δὲ ὠρχοῦντο μετὰ λέξεως τοιαύτης μιμούμενοι καὶ λέγοντες carm. pop. 19 B4':'
ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ
σέλινα;
ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα.
παρὰ δὲ Συρακοσίοις καὶ Χιτωνέας Ἀρτέμιδος ὄρχησίς τίς ἐστιν ἴδιος καὶ αὔλησις. ἦν δέ τις καὶ Ἰωνικὴ ὄρχησις παροίνιος. καὶ τὴν ἀγγελικὴν δὲ πάροινον ἠκρίβουν ὄρχησιν. καλεῖται δέ τις καὶ ἄλλη ὄρχησις κόσμου ἐκπύρωσις, ἧς μνημονεύει Μένιππος κυνικὸς ἐν τῷ Συμποσίῳ. καὶ γελοῖαι δ᾽ εἰσὶν ὀρχήσεις ἴγδις καὶ μακτρισμὸς ἀπόκινός τε καὶ σοβάς, ἔτι δὲ μορφασμὸς καὶ γλαὺξ καὶ λέων ἀλφίτων τε ἔκχυσις καὶ χρεῶν ἀποκοπὴ καὶ στοιχεῖα καὶ πυρρίχη. μετ᾽ αὐλῶν δ᾽ ὠρχοῦντο τὴν τοῦ κελευστοῦ καὶ τὴν καλουμένην πινακίδα. σχήματα δέ ἐστιν ὀρχήσεως ξιφισμός, καλαθίσκος, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ σκὼψ τῶν ἀποσκοπούντων τι σχῆμα ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. μνημονεύει Αἰσχύλος ἐν Θεωροῖς fr. 79 N':'
καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων.
καλλαβίδων δ᾽ Εὔπολις ἐν Κόλαξιν I 304 K':'
καλλαβίδας δὲ βαίνει,
σησαμίδας δὲ χέζει.
θερμαυστρίς, ἑκατερίδες, σκοπός, χεὶρ καταπρηνής, χεὶρ σιμή, διποδισμός, ξύλου παράληψις, ἐπαγκωνισμός, καλαθίσκος, στρόβιλος. καὶ τελεσιὰς δ᾽ ἐστὶν ὄρχησις καλουμένη: στρατιωτικὴ δ᾽ ἐστὶν αὕτη ἀπό τινος ἀνδρὸς Τελεσίου λαβοῦσα τοὔνομα, μεθ᾽ ὅπλων τὸ πρῶτον αὐτὴν ἐκείνου ὀρχησαμένου, ὥς φησιν Ἱππαγόρας ἐν τῷ πρώτῳ περὶ τῆς Καρχηδονίων Πολιτείας FHG IV 430'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: