previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμέν, οὐκ ἄξιον ἡγοῦμαι παραλιπεῖν τὰ περὶ Ἀμοιβέως τοῦ καθ᾽ ἡμᾶς κιθαρῳδοῦ, ‘ἀνδρὸς τεχνίτου κατὰ νόμους τοὺς μουσικούς.' οὗτός ποτε βράδιον ἥκων ἐπὶ τὸ συμπόσιον ἡμῶν ὡς ἔμαθεν παρά τινος τῶν οἰκετῶν ἀποδειπνήσαντας, ἐβουλεύετο τί χρὴ ποιεῖν, ἕως παρελθὼν Σόφων αὐτῷ μάγειρος ῾γεγωνότερον δ᾽ ἐφθέγγετο ὡς πάντας ἀκούειν̓ τὰ ἐξ Αὔγης εἶπεν Εὐβούλου II 170 K':'
τί, πόνηρ᾽, ἕστηκας ἐν πύλαις ἔτι,
ἀλλ᾽ οὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι
διεσπάρακται θερμὰ χηνίσκων μέλη,
διερράχισται σεμνὰ δελφάκων κρέα,
κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος,
κατῃσίμωται πάντα τἀκροκώλια,
νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος,
παρεντέτρωκται τευθὶς ἐξωπτημένη,
παρεκλέλαπται σταμνί᾽ ἐννέ᾽ δέκα.
ὥστ᾽ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν,
ἔπειγ᾽ ἔπειγε, μή ποθ᾽ ὡς λύκος χανὼν
καὶ τῶνδ᾽ ἁμαρτὼν ὕστερον συχνῶ δραχμῆς. —
πάντ᾽ ἐστὶν ἡμῖν
κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ II 105 K' 'φησίν
τε γὰρ συνώνυμος
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται,
προσκάεθ᾽: ὥστε μηδ᾽ ἂν εἰ χαλκοῦς ἔχων
μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν
εἰκῇ: τοσαύτην ἐξακοντίζει πνοήν.
Β. λέγεις μάγειρον ζῶντα. Α. πλησίον δέ γε
ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ᾽ ὅλην
κεστρεὺς λοπισθείς, ... πασθείς, στραφείς,
χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν,
σίζει κεκραγώς, παῖς δ᾽ ἐφέστηκε ῥανῶν
ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος
ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.
Β. εἶτ᾽ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές:
ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους,
σοῦ ταῦτα συστρέφοντος. Α. τε σύννομον
τῆς κυφονώτου σῶμ᾽ ἔχουσα σηπίας,
ξιφηφόροισι χερσὶν ἐξωπλισμένη
τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν
σαρκὸς πυρωτοῖς ἀνθράκων ῥιπίσμασιν,
ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται,
δείπνου προφήτην λιμὸν ἐκκαλουμένη.
ὥστε γ᾽ εἴσιθι:
μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας
πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.
καὶ ὃς πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀντεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε II 409 K':'
γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι
βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ
τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται.
κρότου δ᾽ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: