οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι:καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη ῾II 475 K':'
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
οὐδ᾽ ἄγκυραι ἔχουσιν: ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
οὐ σύμφορον νέα 'στὶ πρεσβύτῃ γυνή.
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ᾽ ἀπορρήξασα <δὲ>
ἐκ νυκτὸς ἕτερον λιμέν᾽ ἔχουσ᾽ ἐξευρέθη.