Ἔρως με δαὖτε Κύπριδος ἕκατιλέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δ᾽ οὕτως περὶ αὐτῆς ῾fr. 37':'
γλυκὺς κατείβων καρδίαν ἰαίνει.
τοῦθ᾽ ἁδειᾶν Μουσᾶν ἔδειξεκαὶ Στησίχορος δ᾽ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων: ἃ δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά. οὕτω δ᾽ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὃ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον ῾fr. 135 N',' ὃ δ᾽ ἐν τῇ Νιόβῃ ῾fr. 410 N' 'τὸν τῶν παίδων: διὸ καὶ παιδεράστριάν τινες καλοῦσι τὴν τραγῳδίαν: καὶ ἐδέχοντο τὰ τοιαῦτα ᾁσματα οἱ θεαταί.
δῶρον μάκαιρα παρθένων
ἁ ξανθὰ Μεγαλοστράτα.