previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω fr. 898 N':'
τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
ἣν οὐδ᾽ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
ὅση πέφυκε κἀφ᾽ ὅσον διέρχεται.
αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς:
[ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ]
ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅτε ξηρὸν πέδον
ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
ἐρᾷ δ᾽ σεμνὸς οὐρανὸς πληρούμενος
ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ᾽ ἅμα,
δι᾽ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
καὶ σεμνότατος δ᾽ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν fr. 44 N':'
ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν:
ὄμβρος δ᾽ ἀπ᾽ εὐνάεντος οὐρανοῦ πεσὼν
ἔκυσε γαῖαν: δὲ τίκτεται βροτοῖς
μήλων τε βοσκὰς καὶ βίον Δημήτριον:
δένδρων τις ὥρα δ᾽ ἐκ νοτίζοντος γάμου
τέλειος ἐστί. τῶν δ᾽ ἐγὼ παραίτιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: