previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. ‘ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.' συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ Ὑδάσπου [τοῦ] ποταμοῦ, εἴτε Πύθων ἦν Καταναῖος [ὁ] Βυζάντιος καὶ αὐτὸς βασιλεύς. ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρ᾽ αὐτῷ καὶ τοῖς Ἀθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ Ἁρπάλου, λέγων ὧδε fr. 1 N':'
ἔστιν δ᾽ ὅπου μὲν κάλαμος πέφυχ᾽ ὅδε
φέτωμ᾽ ἄορνον. οὑξ ἀριστερᾶς δ᾽ ὅδε
πόρνης κλεινὸς ναός, ὃν δὴ Παλλίδης
τεύξας κατέγνω διὰ τὸ πρᾶγμ᾽ αὑτοῦ φυγήν.
ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
τὴν Πυθιονίκης.
Παλλίδην δ᾽ ἐνταῦθα ἐκάλεσε τὸν Ἅρπαλον. ἐν <δὲ> τοῖς ἑξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν:
ἐκμαθεῖν δέ σου ποθῶ
μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
τίνες τύχαι καλοῦσιν πράττουσι τί.
Α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
ἱκανὸν ἐδείπνουν: νῦν δὲ τὸν χέδροπα μόνον
καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ᾽ οὐ μάλα.
Β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
Α. Γλυκέρας σῖτος οὗτος ἦν: ἔσται δ᾽ ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: