previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ fr. 4 Tur' 'προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι᾽ ἐκείνων ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι: ἀλλ᾽ αἰδοῖ τοῦτ᾽ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δ᾽ ἦν ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς FHG II 492'.' Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι᾽ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς. παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. τοιγαροῦν καὶ γραμματεύς ποτ᾽ αὐτοῦ εἶπε: ‘τί δ᾽ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.' ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων: ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: