previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν καὶ Ἰσοκράτης τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ καλήν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς fr. 258 Tur'.' Δημοσθένης δ᾽ ἐν τῷ κατὰ Νεαίρας 21' 'τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ἥττητο δὲ καὶ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ῥήτωρ p. 217 Tur':' καθάπερ καὶ Ἀλκιδάμας Ἐλαίτης Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας fr. 3'.' τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος λόγος, ἐρωμένην φησὶ fr. 245' 'γενέσθαι Φιλωνίδου γράφων ὧδε: ‘ἔστιν οὖν γυνὴ ἑταίρα Ναὶς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, δ᾽ Ὑμέναιος ἐπιτήδειος, Φιλωνίδης δ᾽ ἐρᾶν φησιν.' μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ I 433 K'.' μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν λέγει 179':'
ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
γραπτέον Ναὶς καὶ οὐ Λαίς. Ἕρμιππος δ᾽ ἐν τῷ περὶ Ἰσοκράτους FHG III 49' 'προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δ᾽ αὐτῆς Στράττις ἐν τούτοις I 712 K':'
καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι,
τόν τ᾽ αὐλοτρύπην αὐτόν ....
καὶ Λυσίας δ᾽ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις fr. 155 Tur':' ‘Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη [καὶ] ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: