Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου
φησὶν οὕτως ῾FHG II 310':' ‘Ἐπαμινώνδας δ᾽ ὁ Θηβαῖος
σεμνότερον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς
ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θεωροίη τὰ
πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.' Ὑπερείδης δ᾽ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην
ἑταίραν ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν
Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ᾽ ἐν Ἐλευσῖνι, ἣν
πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτὴν ἐποιήσατο, ὡς Ἰδομενεὺς
ἱστορεῖ ῾FHG II 492'.' ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ
Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς ῾fr. 174 Bl'
'καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.