previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λαίδος τε τῆς ἐξ Ὑκκάρων ῾πόλις δ᾽ αὕτη Σικελική, ἀφ᾽ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν πρὸς Τίμαιον fr. 44 Pr':' ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ῥήτωρ Διογένης τε κύων: καὶ Ἀφροδίτη ἐν Κορίνθῳ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων̓ οὐχ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Ἀρισταγόρας δευτέρῳ fr. 17 Bl'; Ἀπελλῆς δὲ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον. χλευασάντων δ᾽ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ᾽ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, ‘μὴ θαυμάσητε, εἶπεν: ἐγὼ γὰρ αὐτὴν εἰς μέλλουσαν ἀπόλαυσιν μετ᾽ οὐδ᾽ ὅλην τριετίαν καλὴν δείξω.' τὸ δ᾽ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν III 11, 1':' ‘ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός <τινος>, ‘ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα: οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος.' οὕτω δ᾽ ἦν [ἡ Λαὶς] καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα. διαζηλοτυπουμένη δέ ποτε Λαὶς Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον πένητα οὐδ᾽ ὑβριστικῶς αὐτοῖς χρωμένη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: