previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτ᾽ εἰπὼν μετά τινος τροχιλίας Μυρτίλοςμή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που Ἐρατοσθένης ἔφη p. 193 B'.' κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων: ἐπ᾽ ἄλλο δ᾽ εἶδος μεταβήσομαι λόγων. καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου: ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος fr. 117 Us':' ‘μακαρίζω σε, οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.' ὅθεν αὐτὸν καὶ Τίμων φησὶν fr. 55 W' '
γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων.
οὗτος οὖν Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; δὲ οὐδ᾽ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν: ὥστ᾽ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ᾽ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν fr. 121 Us'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: