previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσαπόθεν οὗτοι, τάλαν; εἶπε. καὶ ὃςπαιδὸς ὄντος μου ζωμὸς κατεχύθη.' δὲδηλαδὴ μόσχειος.' Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι: δ᾽οὐ θέλω᾽ εἶπεν. ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. δὲἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.' Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ‘ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.' Λεόντιον κατακειμένη μετ᾽ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δ᾽ ἐπιστρέψας γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ‘ ὑστέρα με λυπεῖ᾽ ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. δ᾽οὐ δύναμαι᾽ εἶπε: ‘πηλός ἐστι.' Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν Eur. Med. 1385':' ‘Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.' Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνηνλαβέ, εἶπε, καὶ ταῦτα τράγε.' πέμψαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, ‘μικρὸς ὡς πολλῶν ἐτῶν᾽ ἔφη. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπενὅτι ψυχαγωγοῦσιν.' μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ᾽ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐπερωτήσαντος δὲ τὴν αἰτίανὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.' φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπενἈφροδίσιον εἶ Πραξιτέλους:' δὲσὺ δ᾽ Ἔρως Φειδίου.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: