previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑξῆς δὲ καὶ ταῦτ᾽ ἀναγράφει:
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
ἔχοντ᾽: ‘ἀπόκριναι, φησίν, ποιητά μοι,
τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ
ἔρρ᾽, αἰσχροποιέ Med. 1346'; καταπλαγεὶς δ᾽ Εὐριπίδης
τὴν τόλμαν αὐτῆςσὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
<οὐκ> αἰσχροποιός; δὲ γελάσασ᾽ ἀπεκρίθη
τί δ᾽ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ Eur. fr. 19 N';
Γλυκέριον λαβοῦσα παρ᾽ ἐραστοῦ τινος
Κορίνθιον παράπηχυ καινὸν λῄδιον
ἔδωκεν εἰς γναφεῖον: εἶτ᾽ ἐπεὶ τέλος
ἔδοξ᾽ ἔχειν, πέμψασα τὴν θεραπαινίδα
τὸ μισθάριον ἔχουσαν ἐκέλευ᾽ ἀποφέρειν
θοἰμάτιον. γναφεὺς δ᾽ εἶπεν: ‘ἄν γ᾽ ἐλᾳδίου
ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία,
κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.'
δ᾽ ὡς ἀπήγγειλ᾽, ‘<> τάλαιν᾽, εἶπεν, κακῶν᾽
Γλυκέριον, ‘μέλλει γὰρ ὥσπερ μαινίδας
ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.'

τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ᾽ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δ᾽ Αἴξ, ὅτι τὸν μέγαν κατέφαγ᾽ ἐραστήν ποτε Θαλλόν: παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δ᾽ ἐκείνην τὴν γυναῖκ᾽ ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἥν ποτ᾽ ἠξίου λαβεῖν Δημοφῶν. δ᾽ εἶπε γελάσασ᾽εὖ <γ᾽>, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ᾽ ἐμοῦ, φίλτατε.'

Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα ῾Κορώνη δ᾽ ἐπεκαλεῖτο τοὔνομἀ, διέλυεν Γνάθαιν᾽. ἐρωτηθεῖσα δὲ τί διαφέρονταιτί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλ᾽ Κορώνης, ἕτερ᾽ ἐκείνη μέμφεται.'

Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. αὕτη δ᾽ ὀψὲ τῆς ὥρας ποτὲ

εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
Πτολεμαῖον: εἰώθει δὲ συμπίνειν αἰεὶ
αὐτῷ. λέγει δ᾽ οὖν ὑστεροῦσα παρὰ πολύ:
Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα:
ἀλλ᾽ ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα
εἰς τὴν μεγάλην.' ἔπειτεν βασιλεὺς λέγει:
εἰς τὴν λεκάνην μὲν οὖν: δοκεῖς γάρ μοι πολύν,
Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.'
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν:
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
Μοίριχοςμέγ᾽, εἶπεν: οὐ πρῴην δύο
χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ
βινητιάσω, καὶ τοσοῦτον λήψομαι.'
Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
αὐτήν ποτ᾽ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον
μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν
πρὸς τὸν μετιόντα παῖδα: ‘Πύθων, φήσ᾽, ἐπεὶ
ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
ἐπ᾽ αἴγει᾽ οἷός ἐστιν ἀνακάμπτειν πάλιν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: