previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος Μάχων τάδε φησίν:
ἴσως δ᾽ ἂν ἀπορήσαι τις εὐλόγως θ᾽ ἅμα
τῶν νῦν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ
προσηγορεύετ᾽ ἐνομίσθη Μανία.
αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ᾽ ἔχειν,
καὶ ταῦθ᾽ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος,
μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
ὑφ᾽ ἧς ἅπαντές εἰσ᾽ ἐπηνορθωμένοι.
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
αὐτῇ Μέλιττ᾽ ἦν ὄνομα. τῷ μεγέθει μὲν <ἦν>
τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα:
φωνῇ δ᾽ ὁμιλίᾳ τε κεχορηγημένη
πάνυ τ᾽ εὐπρόσωπος οὖσα καὶ καταπληκτικὴ
πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους
ἔχουσ᾽ὅπου περὶ <τῆς> γυναικός τις λόγος
γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
αὐτὴ τὸ πλεῖον. ἡνίκα σκώψειε γάρ,
ῥημάτιον εὐθὺ τοῦτομανίαν᾽ ἀνεβόα,
αὐτή θ᾽ ὅτ᾽ ἐπαινοίη τιν᾽ ψέγοι πάλιν,
ἐπ᾽ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
διὸ τῆς μανίας τὸ ῥῆμ᾽ ἐπεκτείνας δοκεῖ
καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν:
μᾶλλον τὸ πάρεργον ἐπεκράτησ᾽ τοὔνομα.
ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, Μανία:
Γνάθαινα δ᾽ εἰς τὰ στρώμαθ᾽ ὅτι προίετο,
ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
μετὰ ταῦτα δ᾽ Γνάθαινα πρὸς τὴν Μανίαν
ἐλοιδορεῖτο καὶ λέγειτί τοῦτο, παῖ,
εἰ καὶ λίθον εἶχες; ὑπολαβοῦσ᾽ Μανία
ἔδωκ᾽ ἄν, ἵν᾽ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: