previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν ib. 232':'
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ᾽ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
οἶδα δὲ καὶ ἑορτήν τιν᾽ Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι᾽ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε FHG IV 418':' ‘τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.' Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος: κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς FHG III 9',' καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν, ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. τοὺς δ᾽ αὐτίκα μεθ᾽ ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι. Ἄλεξις δ᾽ Σάμιος ἐν δευτέρῳ Ὥρων Σαμιακῶν FHG IV 299' '‘τὴν ἐν Σάμῳ Ἀφροδίτην, ἣν οἳ μὲν ἐν καλάμοις καλοῦσιν, οἳ δὲ ἐν ἕλει, Ἀττικαί, φησίν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.' Εὐάλκης δ᾽ ἐν τοῖς Ἐφεσιακοῖς FHG IV 406' 'καὶ ἐν Ἐφέσῳ φησὶν ἱερὰ ἱδρῦσθαι Ἑταίρᾳ Ἀφροδίτῃ. Κλέαρχος δ᾽ ἐν πρώτῳ Ἐρωτικῶν FHG II 314' '‘Γύγης, φησίν, Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν [Λυδίας] τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ... ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.' Δημοσθένης δ᾽ ῥήτωρ ἐν τῷ κατὰ Νεαίρας λόγῳ, εἰ γνήσιος, ὃν Ἀπολλόδωρος εἴρηκε, φησί 122':' ‘τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθ᾽ ἡμέραν θεραπείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: