previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα ib. 232' '
παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ᾽ ὅτι
οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ᾽ ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον.
ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς ib. 461','
ὅσον τὸ μεταξὺ μετὰ κορίσκης μετὰ
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί,
στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες.
τὸ μὴ σφόδρ᾽ εἶναι πάνθ᾽ ἕτοιμα, δεῖν δέ τι
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν: ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.'
ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ
τοὐλπιανοῦ ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας Μυρτίλος ῾διήχθρευεν γὰρ τῷ Σύρᾠ ἔφη:
οὐχ ὧδ᾽ ἐμόγησαν
ἐλπίδες ὥστ᾽ ἐχθρῶν συμμαχίαν καλέσαι,
φησὶν Καλλίμαχος fr. 134 Sch'.' οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, Κύνουλκε;
ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν: ἔα,
ἐπαρίστερ᾽ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,
κατὰ τὴν Ἐφίππου Φιλύραν II 263 K'.' δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
ὥς τις ἔφη τῶν παρῳδῶν inc. fr. 4 Br'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: