previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δ᾽ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι᾽ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται ib. 329':'
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς
πέλας
πάντα τἄλλ᾽ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ
πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ᾽ εὐπορήσωσίν ποτε,
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης:
εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
τυγχάνει μικρά τις οὖσα: φελλὸς ἐν ταῖς βαυκίσιν
ἐγκεκάττυται. μακρά τις: διάβαθρον λεπτὸν φορεῖ
τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ᾽ ἐξέρχεται:
τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία:
ὑπενέδυσ᾽ ἐρραμέν᾽ αὐτήν, ὥστε τὴν εὐπυγίαν
ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν <ἁδρὰν> ἔχει:
στηθί᾽ ἔστ᾽ αὐταῖσι τούτων ὧν ἔχουσ᾽ οἱ κωμικοί:
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔκλυτον τῆς κοιλίας
ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ᾽ ἀπήγαγον.
τὰς ὀφρῦς πυρρὰς ἔχει τις: ζωγραφοῦσιν ἀσβόλῳ.
συμβέβηκ᾽ εἶναι μέλαιναν: κατέπλασεν ψιμυθίῳ.
λευκόχρως λίαν τίς ἐστιν: παιδέρωτ᾽ ἐντρίβεται.
καλὸν ἔχει τοῦ σώματός τι: τοῦτο γυμνὸν δείκνυται.
εὐφυεῖς ὀδόντας ἔσχεν: ἐξ ἀνάγκης δεῖ γελᾶν,
ἵνα θεωρῶσ᾽ οἱ παρόντες τὸ στόμ᾽ ὡς κομψὸν φορεῖ.
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
ἔνδον, ὥσπερ τοῖς μαγείροις παράκειθ᾽ ἑκάστοτε,
ἡνίκ᾽ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν:
ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ᾽ ἄν τε μή.
[ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: