previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐστὶν δ᾽ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ II 13 K','
τῷ τρέφοντι συμφορά:
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ ib. 462':'
ἀλλ᾽ ἔγωγ᾽ δυστυχὴς
Φρύνης ἐρασθείς, ἡνίκ᾽ ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τ᾽ εἶχεν ὅσαπερ νῦν ἔχει,
πάμπολλ᾽ ἀναλίσκων ἐφ᾽ ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ᾽ Ὀρεσταυτοκλείδης <> αὐτὸς Τιμοκλῆς φησι ib. 462':'
περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων ib. 242':'
τυφλὸς Πλοῦτος εἶναί μοι δοκεῖ,
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
ἔνδον κάθητ᾽ ἀπόπληκτος οὐδ᾽ ἐξέρχεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: