τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν μόνους,Θεόφιλος δ᾽ ἐν τῷ Φιλαύλῳ ῾ib. 477':'
<οὓς> δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
μάλιστα προσεδρεύειν τ᾽ ἀρίστους τῷ πόθῳ,
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ ῾ib. 280':'
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ᾽ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς:
ἥν ἐστ᾽ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
εἶτ᾽ οὐ δικαίως ἔστ᾽ ἀπεψηφισμένοςπερὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν ῾ib. 240'.'
ὑπὸ τῶν θεῶν τῶν δώδεκ᾽ εἰκότως <τ᾽> Ἔρως;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις,
ὅτ᾽ ἦν μετ᾽ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά,
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ᾽ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.
τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,Ἄλεξις Ἑλένῃ ῾ib. 320':'
ὡς ἔστ᾽ ἐραστὴς ὅστις ὡραῖον φιλῶν
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
ἄφρων γ᾽ ἀληθῶς. οὔτε τοῦτο πείθομαι
οὔθ᾽ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. —
ὡς ὅστις αὐτῆς <τῆς> ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δ᾽ οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν Ἔρωτ᾽ ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.