previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλέαρχος δὲ Σολεὺς ἐν τετάρτῳ Βίων FHG II 304' 'προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνων ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. καὶ προελθὼν δὲ γράφει: ‘τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν <οὐκ> ἔχων: τοῦτο μὲν γάρ ἐστιν λεγόμενος, οἶμαι, [καὶ] Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος.' Χάρης δ᾽ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν scr. h. Al. M. p. 117' '‘εἰς τοῦτο, φησίν, ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. ἦν δ᾽ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης ῾τὴν δ᾽ ἄμπελον ταύτην Ἀμύντας φησὶν ἐν τοῖς Σταθμοῖς p. 136 M' 'καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους᾿ οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου τοῦ Σαμίου ποίημα. Ἀγαθοκλῆς δ᾽ ἐν τρίτῳ περὶ Κυζίκου FHG IV 289' 'ἐν Πέρσαις φησὶν εἶναι καὶ <τὸ> χρυσοῦν καλούμενον ὕδωρ. εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ᾽ αὐτοῦ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων: τῶν δ᾽ ἄλλων ἐάν τις πίῃ, θάνατος ζημία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: