previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δ᾽ ὄντως λεπτότατος καὶ μακρότατος ΚΙΝΗΣΙΑΣ, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις ib. 716',' Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν: παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφηΦθιῶτ᾽ Ἀχιλλεῦ ....' ἄλλοι δ᾽ αὐτόν, ὡς καὶ Ἀριστοφάνης Av. 1377',' πολλάκις εἰρήκασι φιλύρινον Κινησίαν διὰ τὸ φιλύρας [τοῦ ξύλου] λαμβάνοντα σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ὅτι δὲ ἦν Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν. ὅτι δὲ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι. λέγει δ᾽ οὕτως ῥήτωρ fr. 143 Tur':' ‘θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. οὐχ οὗτός ἐστιν τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων <δ᾽> ἀκούετε καθ᾽ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις: οὐ μὴν ὡς τοῦτο διαπραξόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ᾽ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο ὥσπερ εἰκὸς τοὺς τοιούτους. τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵν᾽ εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλ᾽ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους <αὐτοῖς> τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασίν ἐστι, τὸ δ᾽ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν.' περὶ μὲν οὖν Κινησίου ταῦτα ῥήτωρ εἴρηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: