previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πόσῳ γὰρ τούτων βελτίων Γοργίας Λεοντῖνος, περὶ οὗ φησιν αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων FHG II 308',' ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρ# ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, ‘οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.' Δημήτριος δὲ Βυζάντιος ἐν τετάρτῳ περὶ ΠοιημάτωνΓοργίας, φησίν, Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρ# ἐτῶν, ἔφητὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.' Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ᾽ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, ‘τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.' Καρύστιος δ᾽ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν FHG IV 357' '‘Κηφισόδωρος, φησίν, Θηβαῖος FHG II 85' 'Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ᾽ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα: γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: