previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀντεποιήσαντο: καὶ γε Κυρηναικὴ καλουμένη ἀπ᾽ ΑΡΙΣΤΙΠΠΟΥ τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι: καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ᾽ ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ᾽ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον: ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες. ὡμολόγησεν δ᾽ αὐτοῦ τῷ δόγματι καὶ βίος, ὃν ἐβίωσεν ἐν πάσῃ τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. Ἡγήσανδρος γοῦν φησιν FHG IV 417' 'ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ᾽ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι. ‘ἐκείνη τε γάρ, ἔφησεν, ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι᾽ ἡμᾶς, αὕτη τε τήμερον [καὶ] ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.' καὶ ἐν ἄλλοις δέ φησιν Ἡγήσανδρος ibid':' ‘Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ᾽ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ᾽ Ἀντιφῶντος, ‘εἰ δ᾽ ἁλιευόμενος ἐτύγχανον, ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον; διέτριβεν δ᾽ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν: διὸ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν II 1' 'ὅτι πολλάκις ἐνουθέτει αὐτὸν Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. δ᾽ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγενἔχω καὶ οὐκ ἔχομαι.' καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι Eur. Bacch. 317':'
κἀν βακχεύμασιν
οὖσ᾽ γε σώφρων οὐ διαφθαρήσεται.
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε II 311 K':'
δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων <τῶν> τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ᾽ ἀρτηρίαν συνήρπασεν.
Ἀντιφάνης δ᾽ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν II 23 K':'
Α. 'τάν, κατανοεῖς τίς ποτ᾽ ἐστὶν οὑτοσὶ
γέρων; Β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός:
λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,
πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
βεβαία τράπεζατί μακρὰ δεῖ λέγειν; ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: