previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χάρης δ᾽ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν scr. Al. M. p. 118' '‘ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ. ἦν δὲ οἶκος ἑκατοντάκλινος, ἐν ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ: δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ τε καὶ τοῖς ἄλλοις νυμφίοις, τὴν δὲ λοιπὴν δύναμιν πεζήν τε καὶ ναυτικὴν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ οἶκος πολυτελῶς καὶ μεγαλοπρεπῶς ἱματίοις τε καὶ ὀθονίοις πολυτελέσιν, ὑπὸ δὲ ταῦτα πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι. περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους. τῆς δ᾽ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες. ἐγίνετο δὲ τὰ δεῖπνα πρὸς σάλπιγγα τότε μὲν ἐν τοῖς γάμοις, καὶ ἄλλως δ᾽ αἰεὶ ὅτε τύχοι σπονδοποιούμενος, ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες ... Σκύμνος Ταραντῖνος καὶ Φιλιστίδης Συρακόσιος Ἡράκλειτός τε Μιτυληναῖος: μεθ᾽ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος. παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος: ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε Ταραντῖνος καὶ Ἀριστοκράτης Θηβαῖος. αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός: παρῆλθον δὲ καὶ αὐληταί, οἳ πρῶτον τὸ Πυθικὸν ηὔλησαν, εἶθ᾽ ἑξῆς μετὰ τῶν χορῶν, Τιμόθεος, Φρύνιχος, Καφισίας, Διόφαντος, ἔτι δὲ Εὔιος Χαλκιδεύς. καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ᾽ οἷς καὶ ἥσθη Ἀλέξανδρος. ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων. παρῆν δὲ καὶ Φασίμηλος ψάλτης. οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: