previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΕΡΙΚΛΕΑ δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ᾽ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ᾽ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. ΘΕΜΙΣΤΟΚΛΗΣ δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ᾽ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δ᾽ αὐτὸ εἴρηκεν Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ᾽ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δ᾽ ἐν τρίτῳ Μαγνητικῶν FHG IV 483' 'τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας FHG II 313' 'τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν <ἂν> ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: