χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς:Ἀγάθων δ᾽ ἐν τῷ Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ᾽ ἀπέτυχον τοῦ γάμου ῾fr. 3 N','
ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
κόμας ἐκειράμεσθα, φησίν, μάρτυρας τρυφῆς,καὶ ΚΥΜΑΙΟΙ δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ῾FHG IV 434' 'ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι. περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί.
ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος
Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός.