previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν τὸ τελευταῖον παρὰ Κροτωνιατῶν λ# πρεσβευτῶν ἡκόντων ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. αὕτη δ᾽ αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου. ἔδοξαν γοῦν μετ᾽ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί: τὴν γὰρ Ἥραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν: ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς: καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας, ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.' Ἡρακλείδης δ᾽ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν: ‘Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντες ... καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. διόπερ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες. καθ᾽ ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: