previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς τηλικοῦτον δ᾽ ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. τοῦτ᾽ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ διὰ τῆς Πολιτείας αὐτῶν fr. 533 R',' ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος: συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ: καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ Ὥρων γράφων οὕτως FHG I 34':' ‘Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν. ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν Νάρις. οὗτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτὴς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ᾽ αὐτούς, καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες. καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βασάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων. οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμποσίοις ὀρχεῖσθαι ὑπὸ τῶν αὐλῶν, καὶ ἐπὶ τῶν ὀπισθίων ποδῶν ἱστάμενοι τοῖς προσθίοις <ὥσπερ χειρονομέοντες> ὠρχοῦντο ἐξεπιστάμενοι τὰ αὐλήματα. ταῦτ᾽ οὖν ἐπιστάμενος Νάρις ἐκτήσατο ἐκ τῆς Καρδίης αὐλητρίδα, καὶ ἀφικομένη αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς: μεθ᾽ ὧν δὴ καὶ στρατεύεται ἐπὶ τὴν Καρδίην. καὶ ἐπειδὴ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο. καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν καὶ πρὸς ὀρχησμὸν ἐτράποντο: τῶν δὲ Καρδιηνῶν ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.' Συβαριτῶν δέ τις εἰς Κρότωνά ποτε διαπλεῦσαι βουληθεὶς ἐκ τῆς Συβάρεως ἰδιόστολον ἐναυλώσατο πλοῖον, ἐφ᾽ οὔτε ῥαντισθήσεται οὔτ᾽ ἐμβήσεται ἕτερος καὶ ἐφ᾽ τὸν ἵππον ἀναλήψεται. τοῦ δ᾽ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν. ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ. δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα, εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: