previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δοκεῖ δὲ μέγα τῆς εὐδαιμονίας αἴτιον εἶναι ὅτι ἐκ τῆς χώρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων, τε τῆς πόλεως τόπος καὶ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον: ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι πρὸς ὑγίειαν διαφέρειν τοὺς πότους: ὅθεν καὶ ῥηθῆναι ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς Ἄμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι. καὶ Πυθία ἔφη:
εὐδαίμων, <Συβαρῖτα, πανευδαίμων> σὺ μὲν αἰεὶ
ἐν θαλίῃσιν ἔσῃ, τιμῶν γένος αἰὲν ἐόντων.
εὖτ᾽ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς,
τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες: οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετ᾽ οὖν αὐτοῖς τῆς τύχης μεταβολή, ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν καὶ τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου: ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς. εἶτα μετ᾽ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν καὶ ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: