previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλείδης δ᾽ Κυμαῖος τὰ Περσικὰ συγγράψας ἐν τοῖς ἐπιγραφομένοις Παρασκευαστικοῖς FHG II 97' 'εἰπὼν ὡς ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα: ‘οὗτος δ᾽ ὑπερβάλλει τῇ τρυφῇ καὶ ῥᾳθυμίᾳ. διατρίβει τε γὰρ αἰεὶ ἐν τοῖς βασιλείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲ ἓν πρᾶγμα <αὐτὸς> οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς [αὐτὸς] ἀποδεικνύει: καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ βασιλεὺς ἐπειδὰν αἴσθηται εἰσκαλεῖ καὶ αὐτὸς δικάζει. καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνῄσκουσιν: ἐὰν δὲ δικαίως, κινήσας τὴν θυρίδα ἀπόλλυται. τὰ δ᾽ ἀναλώματα λέγεται τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαβυλώνια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: