previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΚΥΦΟΣ. τούτου τινὲς τὴν γενικὴν σὺν τῷς1〉 προφέρονται διὰ παντός, οὐκ εὖ: ὅτε γὰρ ἀρσενικόν ἐστιν σκύφος, ὡς λύχνος, ἄνευ τοῦς1〉 προοισόμεθα, ὅτε δὲ οὐδέτερον τὸ σκύφος, σὺν τῷς1〉 κλινοῦμεν σκύφος σκύφους, ὡς τεῖχος τείχους. οἱ δ᾽ Ἀττικοὶ τὴν εὐθεῖαν καὶ ἀρσενικῶς καὶ οὐδετέρως λέγουσιν. Ἡσίοδος δ᾽ ἐν τῷ δευτέρῳ Μελαμποδίας σὺν τῷπσκύπφον λέγει fr. 193 Rz':'
τῷ δὲ Μάρης θοὸς ἄγγελος ἦλθε δι᾽ οἴκου,
πλήσας δ᾽ ἀργύρεον σκύπφον φέρε, δῶκε δ᾽ ἄνακτι.
καὶ πάλιν fr. 194':'
καὶ τότε Μάντης μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δ᾽ ἐπὶ νῶτ᾽ ἐπεμαίετο. τῷ δ᾽ ἐπόπισθεν
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ λέγων ὧδε FHG II 67':' ‘Ἀμφιτρύων δὲ τὴν λείην δασάμενος τοῖς συμμάχοις καὶ τὸν σκύπφον ἔχων ὃν εἵλετο αὑτῷ.' καὶ πάλιν: ‘τὸν δὲ σκύπφον Τηλεβόῃ δίδωσι Ποσειδῶν παιδὶ τῷ ἑαυτοῦ, Τηλεβόης δὲ Πτερέλεῳ: τοῦτον ἑλὼν ἀπέπλεεν.' ὁμοίως εἴρηκε καὶ Ἀνακρέων fr. 82 B4':'
ἐγὼ δ᾽ ἔχων σκύπφον Ἐρξίωνι
τῷ λευκολόφῳ μεστὸν ἐξέπινον,
ἀντὶ τοῦ προέπινον. κυρίως γάρ ἐστι τοῦτο προπίνειν, τὸ ἑτέρῳ πρὸ ἑαυτοῦ δοῦναι πιεῖν. καὶ Ὀδυσσεὺς δὲ παρὰ τῷ Ὁμήρῳ Od. 13.57' 'τῇ
Ἀρήτῃ δ᾽ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον.
καὶ ἐν Ἰλιάδι:

πλησάμενος δ᾽ οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα.

πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. —Πανύασσις τρίτῳ Ἡρακλείας φησίν fr. 4 Ki':'
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
Εὐριπίδης δ᾽ ἐν Εὐρυσθεῖ ἀρσενικῶς ἔφη fr. 379 N':'
σκύφος τε μακρός.
καὶ Ἀχαιὸς δ᾽ ἐν Ὀμφάλῃ fr. 33 N':'
δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
Σιμωνίδης δὲ fr. 246 B4' '‘οὐατόεντα σκύφον᾽ ἔφη. Ἴων δ᾽ ἐν Ὀμφάλῃ fr. 26 N':'
οἶνος οὐκ ἔνι
ἐν τῷ σκύφει,
τὸ σκύφει ἰδίως ἀπὸ τοῦ σκύφος σχηματίσας οὐδετέρως ἔφη. ὁμοίως καὶ Ἐπίχαρμος ἐν Κύκλωπι p. 243 L':'
φέρ᾽ ἐγχέας εἰς τὸ σκύφος.
καὶ Ἄλεξις ἐν Λευκαδίᾳ II 344 K':'
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
καὶ Ἐπιγένης ἐν Βακχίδι II 417 K':'
τὸ σκύφος ἔχαιρον δεχόμενος.
Φαίδιμός τε ἐν πρώτῳ Ἡρακλείας p. 214 Ki':'
δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο.
καὶ παρ᾽ Ὁμήρῳ δ᾽ Ἀριστοφάνης Βυζάντιος p. 42 adn. N' 'γράφει:

πλησάμενος δ᾽ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν.

Ἀρίσταρχος δέ:
πλησάμενος δ᾽ ἄρα οἱ δῶκε σκύφον, ᾧπερ ἔπινεν.
Ἀσκληπιάδης δ᾽ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν cf. p. 477b' 'ὅτι τῷ σκύφει καὶ τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ, ὡς Εὔμαιος

πλησάμενος δῶκε σκύφος, ᾧπερ ἔπινεν,
οἴνου ἐνίπλειον.

καὶ Ἀλκμὰν δέ φησι fr. 34 B4':'
πολλάκι δ᾽ ἐν κορυφαῖς ὀρέων, ὅκα
θεοῖσιν ἅδῃ πολύφανος ἑορτά,
χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
χερσὶ λεόντεον ἐν γάλα θεῖσα
τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
ἀργειοφόνται.
Αἰσχύλος δ᾽ ἐν Περραιβίσι φησί fr. 184 N':'
ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;
Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές: λέγει δ᾽ ἐπὶ τοῦ Ἡρακλέους fr. 7 B4':'
σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
πί᾽ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.
καὶ Ἄρχιππος δὲ ἐν Ἀμφιτρύωνι οὐδετέρως εἴρηκε I 680 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: