previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΡΥΤΟΝ ἔχει τὸυβραχὺ καὶ ὀξύνεται. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου cf. p. 481 e' '‘ῥυτὰ καὶ κυμβία, φησί, καὶ φιάλας.' Δίφιλος δ᾽ ἐν Εὐνούχῳ Στρατιώτῃἐστὶ δὲ τὸ δρᾶμα διασκευὴ τοῦ ΑἱρησιτείχουςII 542 K':'
ἔσθ᾽ ὑποχέασθαι πλείονας: πιεῖν δ᾽ ἔτι
ἁδρότερον τῶν Ῥοδιακῶν τῶν ῥυτῶν.
Ἐπίνικος δ᾽ ἐν Ὑποβαλλομέναις III 331 K':'
καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. ἀμφότερα δ᾽ οἰωνίζομαι.
ἕν ἐστιν ἐλέφαςΒ. .. ἐλέφαντας περιάγει [ῥυτόν];
Α. χωροῦν δύο χόας. Β. [ὃν] οὐδ᾽ ἂν ἐλέφας ἐκπίοι.
Α. ἐγὼ <δὲ> τοῦτό <γ᾽ ἐκ>πέπωκα πολλάκις.
Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
Α. ἕτερον τριήρης: τοῦτ᾽ ἴσως χωρεῖ χόα.
περὶ δὲ τοῦ τρίτου λέγων φησίν:
Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
εἶεν, δέχου καὶ τοῦτο.
ἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας. δοκεῖ δὲ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φορήματα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως Bergk anth. 519':'
ἐθύσαμεν γὰρ σήμερον Σωτήρια
πάντες οἱ τεχνῖται:
μεθ᾽ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
βασιλέα πάρειμι.
Διονύσιος δ᾽ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον p. 467 d':' Ἡδύλος δ᾽ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί:
ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
τὸ ῥυτὸν εὐδίης δεῦτ᾽ ἴδετ᾽ Ἀρσινόης,
ὀρχηστὴν Βησᾶν Αἰγύπτιον: ὃς λιγὺν ἦχον
σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
ἀλλ᾽ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
δεῦτε, νέοι, νηῷ τῷδε παρ᾽ Ἀρσινόης.
Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης fr. 122 W' 'τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δ᾽ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ᾽ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: