previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους II 377 K','
οἳ τῶν πέλας
οὐδέν᾽ ἀδικοῦμεν οὐδέν. ἆρ᾽ <οὐκ> οἶσθ᾽ ὅτι
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις κακῶς
φήσει με κρίνειν, οὐκ ἔχοιμ᾽ ἄν <σοι> φράσαι:
ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, δὴ
ὁρῶμεν. ὃς δ᾽ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός,
πανηγυρίσας ἥδιστ᾽ ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ fr. 5 B4':'
ἐλθέ, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
συμμεμιγμένον θαλίαισι νέκταρ
οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: