previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δὲ
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δ᾽ γέρων ἀμογητὶ ἄειρεν
οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος:
ἀλλ᾽ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθ᾽ Ὅμηρον Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ᾽ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ᾽ εἶπεν ἂν ἕτερος. τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων:

οἴσετε δ᾽ ἄρν᾽ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.

ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ Ὅμηρος οὐδέποτε τίθησι: τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν , οἷον:

ἔνθα δὲ Σίσυφος ἔσκεν, κέρδιστος γένετ᾽ ἀνδρῶν.

ἐλλείπει οὖν τό τις μόριον: τὸ γὰρ πλῆρές ἐστινἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ᾽ γέρων ἀμογητὶ ἄειρεν,' ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα [καὶ] κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: