Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΛΟΙΒΑΣΙΟΝ κύλιξ,
ὥς φησι Κλείταρχος καὶ
Νίκανδρος ὁ Θυατειρηνός ....
ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς,
σπονδεῖον δὲ ᾧ τὸν οἶνον,
καλεῖσθαι
λέγων καὶ λοιβίδας τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ
Κολοφωνίου.
ΛΕΣΒΙΟΝ ὅτι ποτηρίου εἶδος,
Ἡδύλος παρίστησιν
ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων:
ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα
κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν:
ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου.
ἣν <σὺ> σάου πάντως, ὡς καὶ πάντων ἀπ᾽ ἐκείνης
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
ΛΟΥΤΗΡΙΟΝ.
Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί ῾II 418 K':'
κρατῆρες, κάδοι,
ὁλκεῖα, <κρουνεῖ᾽. Β. ἔστι γὰρ> κρουνεῖα; Α. ναί.
λουτήρι᾽—ἀλλὰ τί καθ᾽ ἕκαστα δεῖ λέγειν;
ὄψει γὰρ αὐτός.