Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΛΑΒΡΩΝΙΑ ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς
ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον.
πλατὺ δ᾽ ἐστὶ
τῇ κατασκευῇ καὶ μέγα:
ἔχει δὲ καὶ ὦτα μεγάλα.
Μένανδρος Ἁλιεῖ ῾fr. 24 K':'
εὐποροῦμεν, οὐδὲ μετρίως: ἐκ Κυίνδων χρυσίον,
Περσικαὶ στολαὶ δ᾽ ἐκεῖναι πορφυρᾶ τε στρώματα
ἔνδον ἔστ᾽, ἄνδρες, ποτηρίδια τορεύματα
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
ἐν δὲ Φιλαδέλφοις ῾fr. 503 K':'
ἤδη δ᾽ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δ᾽ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
Ἵππαρχος δ᾽ ἐν Θαίδι ῾III 273 K':'
ὁ λαβρώνιος δ᾽ ἔσθ᾽ οὗτος ὄρνις; Β. Ἡράκλεις,
ποτήριον χρυσοῦς διακοσίους ἄγον.
Α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί ῾II 568 K':'
πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
ἀνδραποδιον δὴ ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε,
ἐκπωμάτων δ᾽ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας.
Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι.
Δίδυμος δ᾽ ὅμοιον εἶναί φησιν ῾p. 75 Schm' '
αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.