previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΡΑΤΑΝΙΟΝ. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν ὅστις ἐστὶν ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα fr. 22 Pr':' ‘ναὸς Μεταποντίνων, ἐν φιάλαι ἀργυραῖ ρλβ#, οἰνοχόαι ἀργυραῖ β#, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γ# ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια β# ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λ#, κρατάνια ἀργυρᾶ β#, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.'
ΚΡΟΥΝΕΙΑ. Ἐπιγένης Μνηματίῳ II 418 K':'
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί.
ΚΥΑΘΙΣ, κοτυλῶδες ἀγγεῖον. Σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳΓυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν᾽ fr. 2 Bo':' ‘ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: