previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΤΥΛΟΣ. τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει fr. 139 B'.' Διόδωρος δ᾽ ἐν τῷ πρὸς Λυκόφρονα cf. Lyc. fr. 76 Streck' 'παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ᾽ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει δὲ αὐτοῦ καὶ Ἴων Χῖος fr. 51 N' '‘κότυλον οἴνου πλέων᾽ λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς I 232 K':'
τόν τε κότυλον πρῶτον ἤνεγκ᾽ ἐνέχυρον τῶν γειτόνων.
καὶ Πλάτων ἐν Διὶ κακουμένῳ ib. 613' '‘τὸν κότυλον φέρει᾽ φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις ib. 410'.' Εὔβουλος δ᾽ ἐν Ὀδυσσεῖ Πανόπταις II 189 K':'
δ᾽ ἱερεὺς Εὐήγορος
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ᾽ εἶναι Διονύσου. Πολέμων δ᾽ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί fr. 88 Pr':' ‘μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἄνω τὸ κέρνος περιενηνοχότες. τοῦτο δ᾽ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους: ἔνεισι δ᾽ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: