previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΝΔΥ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι fr. 293 K':'
κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.
Ἵππαρχος Ἀνασῳζομένοις III 272 K':'
προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου
ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδ᾽ ἐγώ,
ἀλλ᾽ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς
τῶν ΠερσικῶνΒ. εἰς κόρακας, μαστιγία.
Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον.
Νικόμαχος δ᾽ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί: ‘τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος FHG III 54' 'ἀστρολογικὸς ὡς κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς: διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ᾽ ἐν πρώτῳ Βοκχορηίδος:
αὐτὰρ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπ᾽ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.'
ΚΟΝΩΝΕΙΟΣ. Ἴστρος Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως FHG I 423':' ‘κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: