ἀνδροδάμαντα δ᾽ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιηδέοςκαὶ Ξενοφῶν δ᾽ ἐν τῇ ζ# τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως ῾c. 2, 23':' ‘ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ᾽ αὐτοῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.' ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι ῾c. 1, 4':' ‘κατακείμενοι δ᾽ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.' Αἰσχύλος δ᾽ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων ῾fr. 185 N':'
οἴνου,
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
ὤθεον, αὐτόματοι δ᾽ ἐξ ἀργυρέων κεράτων πίνοντες
ἐπλάζοντο.
ἀργυρηλάτοιςκαὶ Σοφοκλῆς Πανδώρᾳ ῾fr. 442 N':'
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέραςἝρμιππος Μοίραις ῾I 236 K':'
τρίψει γέμοντα μαλθακῆς ὑπ᾽ ὠλένης.
οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,Λυκοῦργος δ᾽ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου ῾fr. 18 Tur' 'Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν ῾FHG I 285',' τῶν βοῶν τῶν παρ᾽ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας: καὶ Φιλόξενος δ᾽ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν ῾fr. 5 B4' '
ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
πίνετο νεκτάρεον πῶμ᾽ ἐν χρυσέαις προτομαῖςἈθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως .. ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει ῾CIA II 665, 8. 667, 37':' ‘κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεσται <ἀργυρᾶ>.'
ταύρων κεραστῶν,
ἔβρεχον δὲ κατὰ μικρόν.