previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐφραῖος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ [ἐβασίλευε] φαῦλος ὢν καὶ διάβολος [ὃς] οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν φιλοσοφεῖν. ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος Παρμενίων αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι FHG IV 357'.' καὶ Κάλλιππος δ᾽ Ἀθηναῖος, μαθητὴς καὶ αὐτὸς Πλάτωνος, ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ εἰς Συρακούσας, ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀποκτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη. Εὐαίων δ᾽ Λαμψακηνός, ὥς φησιν Εὐρύπυλος καὶ Δικαιοκλῆς Κνίδιος ἐνενηκοστῷ καὶ πρώτῳ Διατριβῶν, ἔτι δὲ Δημοχάρης ῥήτωρ ἐν τῷ ὑπὲρ Σοφοκλέους πρὸς Φίλωνα fr. 2 Tur',' δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει [καὶ] ἀφυστερησάσης τυραννεῖν ἐβουλεύετο, ἕως συνδραμόντες ἐπ᾽ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δ᾽ Κυζικηνός, ὡς αὐτὸς Δημοχάρης φησίν l. s',' χρήματα καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ διὰ ταῦτα πιστευθεὶς εἶναι χρηστὸς παρὰ τοῖς Κυζικηνοῖς, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πολιτείᾳ δι᾽ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καταγεγηρακώς, ἀτίμως δὲ καὶ ἀδόξως διαζῶν. τοιοῦτοι δ᾽ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαικῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν νῦν εἰσιν περίβλεπτοι: ὥσπερ καὶ Χαίρων Πελληνεύς, ὃς οὐ μόνῳ Πλάτωνι ἐσχόλακεν, ἀλλὰ καὶ Ξενοκράτει. καὶ οὗτος οὖν τῆς πατρίδος πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ χρήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴκισεν πρὸς γάμου κοινωνίαν, ταῦτ᾽ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ τῶν παρανόμων Νόμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: