previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΨΥΓΕΥΣ ΨΥΚΤΗΡ. Πλάτων Συμποσίῳ p. 213e':' ‘ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν.' .... ‘παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα.' Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ II 319 K' '‘τρικότυλον ψυγέα.' Διώξιππος Φιλαργύρῳ III 359 K':'
παρ᾽ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ,
ιτάτους δύο ψυκτῆρας.
Μένανδρος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν fr. 510 K':'
τοῦτο δὴ τὸ νῦν ἔθος
ἄκρατον᾽ ἐβόων, ‘τὴν μεγάλην.' ψυκτῆρά τις
προὔπινεν ἄν, τοὺς ἀθλίους ἀπολλύων.
Ἐπιγένης δ᾽ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει II 417 K':'
τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἶτ᾽ οἴσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία.
Στράττις Ψυχασταῖς I 728 K':'
δέ τις ψυκτῆρ᾽, δέ τις κύαθον
χαλκοῦν κλέψας ἀπορῶν κεῖται,
κοτύλη δ᾽ ἀνὰ χοίνικα μάττει.
Ἄλεξις δ᾽ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων II 297 K':'
ἀπήντων τῷ ξένῳ
εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ.
τοῖς παισί τ᾽ εἶπα ῾δύο γὰρ ἦγον οἴκοθεν̓
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι: κύαθος δ᾽ ἦν ἀργυροῦς, [τἀκπώματα]
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
ψυκτηρίδιον δὲ δύ᾽ ὀβολούς, Φιλιππίδου
λεπτότερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: