ΧΥΤΡΙΔΕΣ. <Ἄλεξις ἐν Ὑπο>βολιμαίῳ ῾II 386 K':'Ἡρόδοτος δ᾽ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν ῾c. 88' 'νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ᾽ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει: ‘κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.'
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδι᾽ ἀκράτου τῆς τ᾽ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστί τ᾽ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον,
καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω
ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.