previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΘΟΙΣ. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις I 357 K':' ‘σὺν φθοῖσι προσπεπωκώς.' ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί.

ΦΙΛΟΤΗΣΙΑ κύλιξ τις, ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι 19, 128':' ‘καὶ φιλοτησίας προὔπινεν.' Ἄλεξις II 402 K':'

φιλοτησίαν σοι τήνδ᾽ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης I 557 K':'
ἑπτάπους γοῦν σκιά 'στιν:
'πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
χορὸς φιλοτήσιος.'
διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ 203':'
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.
ΧΟΝΝΟΙ. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον
θηρικλείῳ, χάλκεον: δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. ΧΑΛΚΙΔΙΚΑ ποτήρια, ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: